6.51τοῦ δὲ Σαμουήλου αὐτὸν εἶναι φράσαντος καὶ ἄγοντος ἐπὶ τὸ δεῖπνον, ὡς τῶν ὄνων ἐφʼ ὧν τὴν ζήτησιν ἐκπεμφθείη σεσωσμένων τά τε πάντα ἀγαθὰ ἔχειν αὐτῷ κεκυρωμένα, προστυχών “ἀλλʼ ἥττων, εἶπεν, ἐγὼ, δέσποτα, ταύτης τῆς ἐλπίδος καὶ φυλῆς μικροτέρας ἢ βασιλέας ποιεῖν καὶ πατριᾶς ταπεινοτέρας τῶν ἄλλων πατριῶν. σὺ δὲ παίζεις καὶ γέλωτά με τίθεσαι περὶ μειζόνων ἢ κατὰ τὴν ἐμὴν χώραν διαλεγόμενος.
6.52ὁ δὲ προφήτης ἀγαγὼν αὐτὸν ἐπὶ τὴν ἑστίαν κατακλίνει καὶ τὸν ἀκόλουθον ἐπάνω τῶν κεκλημένων· οὗτοι δʼ ἦσαν ἑβδομήκοντα τὸν ἀριθμόν· προστάσσει δὲ τοῖς διακόνοις παραθεῖναι τῷ Σαούλῳ μερίδα βασιλικήν. ἐπεὶ δὲ κοίτης ὥρα προσῆγεν οἱ μὲν ἀναστάντες ἀπελύοντο πρὸς αὑτοὺς ἕκαστοι, ὁ δὲ Σαοῦλος παρὰ τῷ προφήτῃ σὺν τῷ θεράποντι κατεκοιμήθη.
6.53
Ἅμα δὲ ἡμέρᾳ Σαμουῆλος ἀναστήσας αὐτὸν ἐκ τῆς κοίτης προύπεμπε καὶ γενόμενος ἔξω τῆς πόλεως ἐκέλευσε τὸν μὲν θεράποντα ποιῆσαι προελθεῖν, ὑπολείπεσθαι δὲ αὐτὸν· ἔχειν γὰρ αὐτῷ τι φράσαι μηδενὸς ἄλλου παρόντος.
6.54καὶ ὁ μὲν Σαοῦλος ἀποπέμπεται τὸν ἀκόλουθον, λαβὼν δʼ ὁ προφήτης τὸ ἅγιον ἔλαιον καταχεῖ τῆς τοῦ νεανίσκου κεφαλῆς καὶ κατασπασάμενος “ἴσθι, φησὶ, βασιλεὺς ὑπὸ τοῦ θεοῦ κεχειροτονημένος ἐπί τε Παλαιστίνους καὶ τὴν ὑπὲρ Ἑβραίων ἄμυναν. τούτων δὲ ἔσται σοι σημεῖον ὅ σε βούλομαι προγινώσκειν·